Anthologia Palatina XIII 16

Σπάρτας μὲν βασιλῆες ἐμοὶ πατέρες καὶ ἀδελφοί
ἅρματι δ᾿ ὠκυπόδων ἵππων νικῶσα Κυνίσκα
εἰκόνα τάνδ᾿ ἔστασε· μόναν δ᾿ ἐμέ φαμι γυναικῶν
Ἑλλάδος ἐκ πάσας τόνδε λαβεῖν στέφανον.

English
Nederlands

© KU Leuven, 2012