Anthologia Palatina XI 81

Πᾶσαν ὅσαν Ἔλληνες ἀγονοθετοῦσιν ἅμιλλαν
πυγμῆς Ἀνδρόλεως πᾶσαν ἀγωνισάμαν.
Ἔσχον δ᾿ ἐν Πίσῃ μὲν ἓν ὠτίον, ἐν δὲ Πλαταιαῖς
ἓν βλέφαρον· Πυθοῖ δ᾿ ἄπνοος ἐκφέρομαι·
Δαμοτέλης δ᾿ ὁ πατὴρ καρύσσετο σὺν πολιήταις
ἆραι μ᾿ ἐκ σταδίων ἢ νεκρὸν ἢ κολοβόν.

English
Nederlands

© KU Leuven, 2012