IAG 63

Ερμησιάναξ Διονυσίου Καισαρεὺς Τραλ[λιαν]ὸς ὁ καὶ Κο[ρίνθιος]
τὰς ἑαυτοῦ θυγατέρας ἐχούσας καὶ α[ὐτ]ὰς τὰς αὐτὰς πο[λιτείας]
Τρυφῶσαν νεικήσασαν Πύθια ἐ-
πὶ ἀγωνοθετῶν Ἀντιγόνου
καὶ Κλεομαχίδα, καὶ Ἴσθμια ἐπὶ
ἀγωνοθέτου Ἰουβεντίου Πρό-
κλου στάδιον κατὰ τὸ ἑξῆς πρώ-
τη παρθένων,
Ἡδεαν νεικήσασαν Ἴσθμια ἐπὶ ἀγωνο-
θέτου Κορνηλίου Πούλχρου ἐνόπλι-
ον ἅρματι, καὶ Νεμέα στάδιον ἐπὶ ἀγω-
νοθέτου Ἀντιγόνου καὶ ἐν Σικυῶνι ἐπὶ
ἀγωνοθέτου Μενοίτα· ἐνείκα δὲ καὶ
παῖδας κιθαρῳδοὺς Ἀθήνησι Σεβάστεια
ἐπὶ ἀγωνοθέτου Νουίου τοῦ Φιλεί-
[νου·] πρώ[τη ἀπ᾿ αἰῶ]νος ἐγένετο πολει[
[ ]ρω παρθένος
Διονυσίαν νεικ[ήσασαν ... ...]
ἐπὶ ἀγωνοθέτου Ἀν[τιγ]ό[νου]
καὶ Ἀσκλάπεια ἐν Ἐπιδαύρῳ
τῆ ἱερᾶ ἐπὶ ἀγων[ο]θέτου Νεικο-
τέλου στάδι[ον]
̓Απόλλωνι Πυθίῳ.

English
Nederlands

© KU Leuven, 2012