Philostratus, Gymnasticus 3

Ἔστι τοίνυν ἀγωνίας ξυμπάσης τὰ μὲν κοῦφα ταῦτα· στάδιον, δόλιχος, ὁπλῖται, δίαυλος· τὰ βαρύτερα δὲ παγκράτιον, πάλη, πύκται. πένταθλος δὲ ἀμφοῖν συνηρμόσθη· παλαῖσαι μὲν γὰρ καὶ δισκεῦσαι βαρεῖς, τὸ δὲ ἀκοντίσαι καὶ πηδῆσαι καὶ δραμεῖν κοῦφοί εἰσι.

English
Nederlands

© KU Leuven, 2012