P. Lond. VII 1941

1      Ἱεροκλῆς Ζήνωνι χαίρειν. Εἰ ἔρρωσαι και ἐν τοῖς λοιποῖς ἀπαλλά[σεις κατὰ νοῦν]
2      καλῶς ἂν ἔχοι. Ὑγιαίνω δὲ καὶ αὐτὸς. Ἔγραψάς μοι περὶ Πύρρου ὅτι εἰ μὲ̣[ν ἡμεῖς ἐπιστάμεθα]
3      ἀκριβῶς ὅτι νικήσει, ἀλείφειν, εἰ δὲ <μὴ>, μὴ συνβῆι αυτὸν ἀπό τε τῶν γραμ[μάτων ἀποσπασθῆναι]
4      καὶ ἀνήλωμα μάταιον προσπεσεῖν. Ἀπὸ μὲν οὖν τῶν γραμμάτων ο[ὐ πάνυ ἀπεσπάσθη,]
5      ἀλλὰ παραβάλλει, καὶ πρὸς τὰ λοιπὰ δὲ μαθήματα. Περὶ δὲ τοῦ ἀκριβῶς ἐπί[στασθαι, οἱ θεοὶ μάλισ-]
6      τ᾿ ἂν εἰδέησαν, τῶν δὲ νῦν ὄντων π̣ολὺ ὑπερέξειν φησὶ Πτολεμαῖο[ς, καίπερ τὸ παρὸν λείπεται]
7      παρὰ τὸ ἐκείνους μὲν προειληφέναι χρόνον πολύν, ἡμεῖς δὲ ἄρτι ἐνάρ[χομεθα ἀλείφοντες. Καὶ]
8      ἐπίστω ὅτι Πτολεμαῖος οὐ μισθοὺς ἐκπράσσεται ὥσπερ οἱ λοιποὶ ἐπισ̣τάτ̣[αι, ἁπλῶς δ᾿ ἐλπίζει σε]
9      στεφανῶσαι ἀνθ᾿ ὧν ἀγνὼς ὢν αὐτῷ πρότερος ἐβούλου εὐεργετεῖν καὶ [. . . . . . .]
10    τα ποιεῖς περὶ τῆς παλαίστρας. Φρόντισον δὲ καὶ περὶ τοῦ στρωματίου περὶ οὗ [ἔγραψά σοι πρότερον]
11    ἵνα καταγάγηις. Καὶ ῥίσκον πρίω δραχμῶν ἓξ καὶ κατάγαγε. Ἀπόστειλον δὲ [καὶ μέλιτος κάδια δύο]
12    ἵνα ἔχωμεν. Χρή̣σ̣ι̣μον γάρ ἐστι.

Verso
      Ἱεροκλῆς περὶ τοῦ παιδαρίου
      Λ κθ Ξανδικοῦ β
      ἐμ Μέμφει

English
Nederlands

© KU Leuven, 2012