Xenophanes, Fragment 2

ἀλλ´εἰ μὲν ταχυτῆτι ποδῶν νίκην τις ἄροιτο
ἢ πενταθλεύων, ἔνθα Διὸς τέμενος
πὰρ Πίσαο ῥοῇσ´ ἐν Ὀλυμπίῃ εἴτε παλαίων
ἢ καὶ πυκτοσύνην ἀλγινόεσσαν ἔχων
εἴτε τὸ δεινὸν ἄεθλον, ὃ παγκράτιον καλέουσιν,
ἀστοῖσίν κ´εἴη κυδρότερος προσορᾶν
καί κε προεδρίην φανερὴν ἐν ἀγῶσιν ἄροιτο
καί κεν σῖτ´εἴη δημοσίων κτεάνων
ἐκ πόλεως καὶ δῶρον, ὅ οἱ κειμήλιον εἴη·
εἴτε καὶ ἵπποισιν, ταῦτα κε πάντα λάχοι
οὐκ ἐὼν ἄξιος ὥσπερ ἐγώ· ῥώμης γὰρ ἀμείνων
ἀνδρῶν ἠδ´ἵππων ἡμετέρη σοφίη.

English
Nederlands

© KU Leuven, 2012