Pausanias VI 1, 4-5

Πλήσιον δὲ τοῦ Κλεογένους Δεινόλοχός τε κεῖται Πύρρου [τε] καὶ Τρωίλος ᾽Αλκίνου. Τούτοις γένος μὲν καὶ αὐτοῖς ἐστιν ἐξ ῎Ηλιδος· γεγόνασι δέ σφισιν οὐ κατὰ ταὐτὰ αἱ νῖκαι· ἀλλὰ τῷ μὲν ἑλλανοδικεῖν τε ὁμοῦ καὶ ἵππων ὑπῆρξεν ἀνελέσθαι νίκας τῷ Τρωίλῳ [δὲ] τελείᾳ τε συνωρίδι καὶ πώλων ἅρματι - ᾿Ολυμπιάδι δὲ ἐκράτει δευτέρᾳ πρὸς ταῖς ἑκατόν. ᾿Απὸ τούτου δὲ καὶ νόμος ἐγένετο ᾿Ηλείοις μηδὲ ἵππους τοῦ λοιποῦ τῶν ἑλλανοδικούντων καθιέναι μηδένα. Τούτου μὲν δὴ τὸν ἀνδριάντα ἐποίησε Λύσιππος.

English
Nederlands

© KU Leuven, 2012