IG XIV 1104

Δημήτριος ἀρχιερέυς·
Δημήτριον ῾Ερμοπολείτην, ᾿Αλεξανδρέα, πανκρατιαστὴν περιοδονείκην, παλαιστὴν παράδοξον ἄλειπτον, τὸν ἀρχιερέα τοῦ σύνπαντος ξυστοῦ, διὰ βίου ξυστάρχην καὶ ἐπὶ βαλανίων Σεβ(αστῶν) τὸν πατέρα
Μ(ᾶρκος) Αὐρ(ήλιος) ᾿Ασκληπιάδης ὁ καὶ ῾Ερμόδωρος, νεωκόρος τοῦ μεγάλου Σαράπιδος, ᾿Αλεξανδρεύς, ῾Ερμοπολείτης, πανκρατιαστὴς περιοδονείκης ἄλειπτος ἀσυνέξωστος ἀνέκκλητος, ξυστάρχης διὰ βίου, ὁ υἱός, ὁ ἀρχιερεὺς τοῦ σύμπαντος ξυστοῦ, διὰ βίου ξυστάρχης καὶ ἐπὶ βαλανείων τοῦ Σεβαστοῦ.

English
Nederlands

© KU Leuven, 2012