SEG 56.1359, I.8-16 & II.60-65

τοὺς ἀγῶνας πάντας ἄγεσθαι κελεύω καὶ μὴ ἐξεῖναι πόλει πόρους ἀγῶνος … μετενενκεῖν εἰς ἄλλα δαπανήματα οὐδὲ εἰς ἔργου κατασκευὴν ἐφίημι χρήσασθαι ἀ̣ργυρίῳ, ἐξ οὗ ἆθλα τίθεται ἀγωνισταῖς … · εἰ δέ ποτε ἐπείξαι πόλιν (οὐκ εἰς τρυφὴν καὶ πολυτέλειαν, ἀλλ’ ὡς πυ̣ρὸν ἐν σειτοδείᾳ παρεσκεύασα) πόρον τινὰ ἐξευρεῖν, τότε μοι γραφέσθω … ἐκεῖνο μὲν γὰρ οὐκ ἀδικίαν μόνον, ἀλλὰ τρόπον τινὰ καὶ ἐνέδραν ἔχει τὸ κατανγείλαντας ἀγῶνα καὶ καλέσαντας τοὺς ἀγωνιστάς, ἔπειτα ἡκόντων … μεταξὺ διαλῦσαι τὴν πανήγυριν. καὶ ἔνθα ἂν γένηται τοῦτο, τὰ μὲν ἆθλα οἱ ἀγωνισταὶ καὶ ἄνευ τοῦ ἀγωνίσασθαι διανεμέσθωσαν.

ὡς ἔδοξέ μοι τετάχθαι τοὺς ἀγῶνας, περὶ ὧν ἐν Νεαπόλει λόγοι καὶ ἀξιώσεις ἐπ’ ἐμοῦ ἐγένοντο … · τὴν δὲ ἀρχὴν ἀπ’ ’Ολυμπίων ἐποιησάμη̣ν, ὅτι ἐστὶν ἀρχαῖο̣ς ὁ ἀγὼν οὗτος καὶ ἐνδοξότατος τῶν γ̣ε Ἑλληνικῶν· μετὰ δὲ τὰ Ὀλύμπια Ἴσθμια ἔστω, μετὰ δὲ Ἴσθμια Ἁδριάνεια, ὡς ἄρχεσθαι τὸν ἀγῶνα παυσαμένης τῆς ἐν Ἐλευσεῖνι πανηγύρεως τῇ ὑστεραίᾳ· ἔστιν δὲ αὕτη κατὰ ’Αθηναίους νουμηνία τοῦ Μαιμακτηριῶνος· τεσσαράκοντα ἡμέραι Ἁδριανείων ἔστωσαν. ὁ δ’ ἐν Τάραντι ἀγὼν μετὰ Ἁδριάνεια ἀγέσ<θ>ω τοῦ ’Ιανουαρίου μηνός, ἀπὸ δὲ Καπετωλείων, ὡς μέχρι νῦν ἐπετελέσθη, ἀγομένων ἐν Νεαπόλει ἀγώνων· εἶτα Ἄκτια ἀρχόμενα μὲν τῇ πρὸ θʹ καλ(ανδῶν) ’Οκτων(βρίων), συντελούμενα δὲ ἐν τεσσαράκοντα ἡμέραις.

English
Nederlands

© KU Leuven, 2012